ΚΑΘΟΛΙΚΗ ΙΟΥΔΑ

ΚΕΦΑΛΑΙΟΝ Α

Ιου Α-1 ᾿Ιούδας, ᾿Ιησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ ᾿Ιακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ ᾿Ιησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·

Ιου Α-2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

Ιου Α-3 ᾿Αγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἄπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.

Ιου Α-4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἀρνούμενοι.

Ιου Α-5 ῾Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,

Ιου Α-6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀῑδίοις ὑπὸ ζόφον τετήρηκεν·

Ιου Α-7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περί αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

Ιου Α-8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.

Ιου Α-9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος.

Ιου Α-10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.

Ιου Α-11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάῑν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.

Ιου Α-12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα,

Ιου Α-13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τάς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τόν αἰῶνα τετήρηται.

Ιου Α-14 προεφήτευσε δέ καί τούτοις ἕβδομος ἀπό Ἀδάμ Ἐνώχ λέγων· ἰδού ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,

Ιου Α-15 ποιῆσαι κρίσιν κατά πάντων καί ἐλέγξαι πάντας τούς ἀσεβεῖς αὐτῶν περί πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καί περί πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοί ἀσεβεῖς.

Ιου Α-16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατά τάς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καί τό στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

Ιου Α-17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπό τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

Ιου Α-18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατά τάς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.

Ιου Α-19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μή ἔχοντες.

Ιου Α-20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,

Ιου Α-21 ἑαυτούς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τό ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωήν αἰώνιον.

Ιου Α-22 καί οὕς μέν ἐλεεῖτε διακρινόμενοι,

Ιου Α-23 οὕς δέ ἐν φόβῳ σώζετε ἐκ τοῦ πυρός ἁρπάζοντες, μισοῦντες καί τόν ἀπό τῆς σαρκός ἐσπιλωμένον χιτῶνα.

Ιου Α-24 Τῷ δέ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καί στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,

Ιου Α-25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καί μεγαλωσύνη, κράτος καί ἐξουσία καί νῦν καί εἰς πάντας τούς αἰῶνας· ἀμήν.